Ancient Greek
C.Pap.Gr. 2 5 a
Documentary Papyri, C.Pap.Gr. 2.1 5arpdupl
Not analysed yet
Ἑρμαίωι βασιλικῶι γραμματεῖ παρὰ Ταπαπέϊτος τῆς Πάσιτος μετὰ κυρίου τοῦ συνγενοῦς Ἀδράστου τοῦ Διογένους. ὁ ἀνήρ μου Ἀβεῖς Ὥρου τελῶν τὴν λαικὴν σύνταξιν ἐπὶ κώμης Φιλαδελφείας ἐτελεύτησεν ἐν τῶι Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τοῖς τετελευτηκόσι. …