Ancient Greek
C.Pap.Gr. 2 44
Documentary Papyri, C.Pap.Gr. 2.1 44
Not analysed yet
Θεογένει τῷ καὶ Λαδικηνῶι γραμματεῖ πόλεως παρὰ Ἀγαθοκλείας τῆς καὶ Ἀπολλωνίας Ἰσχυρίωνος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ υἱοῦ Ἰσχυρίωνος Θέωνος. Σαραπᾶς δοῦλος μου ἄτεχνος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ἑρμαίου ἐτελεύτησεν τῷ ἐνεστῶτι μηνὶ Ἁθύρ. διὸ ἀξιῶ ἀναγραφῆναι τοῦτον ἐν τῇ τῶν ὁμοίων τάξει ὡς προσήκει, καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τίτον Αἴλιον Ἁδριανὸν Ἀντωνεῖνον Σεβαστὸν Εὐσεβῆ ἀληθῆ εἶναι τὰ προγεγράμμενα. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἁθὺρ κθ.