Ancient Greek
C.Pap.Gr. 2 45
Documentary Papyri, C.Pap.Gr. 2.1 45
Not analysed yet
Διοφάντῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πασήμιος Φαήσεως τοῦ Φαήσεως ἀπὸ κώμης Καρανίδος. ὁ πατήρ μου Φαῆσις Φαήσεως τοῦ Φαήσεως μητρὸς Σοήρεως ἀπὸ τῆς αὐτῆς κώμης λαογραφούμενος ἐτελεύτησεν τῷ Ἁθὺρ μηνὶ τοῦ ἐνεστῶτος ιζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶ ταγῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτηκότων τάξει κωμογραμματεῖ. εἰ ταῖς ἀληθείαις ἐτελεύτησεν ὁ προγεγραμμένος τὸ ἐπὶ τῶν ὁμοίων ἀκόλουθον ἐπιτέλει ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου ἐάν τι παρὰ τὸ δέον γένηται ἐσημειωσάμην ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου …