Ancient Greek
C.Pap.Gr. 2 46
Documentary Papyri, C.Pap.Gr. 2.1 46
Not analysed yet
Ἀπολλωνίδῃ καὶ Διδύμῳ γραμματεῦσι μητροπόλεως παρὰ Καπίτωνος συντρόφου ἀπελευθέρου Πτολέμας μητρὸς Τασουχαρίου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου. ὁ ὁμομήτριός μου ἀδελφὸς Ἁρποκρᾶς Ἁρποκρᾶ τοῦ Ἁρποκρατίωνος μητρὸς Τασουχαρίου τελῶν τὰ ἐπικεφάλαια ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ἀπολλωνίου Ἱερακίου ἐτελεύτησε τῷ διεληλυθότι μηνὶ Φαρμοῦθι τοῦ ἐνεστῶτος κα ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. διὸ ἐπιδίδωμι ὅπως ταγῇ αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει. κατεχωρίσθη γραμματεῦσι μητροπόλεως περὶ τελευτῆς Ἁρποκρᾶ, ἔτους κα Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ λ