Ancient Greek
C.Pap.Gr. 2 52
Documentary Papyri, C.Pap.Gr. 2.1 52
Not analysed yet
Πασίωνι κωμογραμματεῖ Σοκνοπαίου Νήσου παρὰ Τεσενούφεως Σαταβοῦτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱερέως ε φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου. ὁ συνγενής μου Ἁρπαγάθης Σαταβοῦτος τοῦ Σαταβοῦτος μητρὸς Ἑριέως ἀπὸ τῆς αὐτῆς κώμης ἱερεὺς ε φυλῆς τοῦ αὐτοῦ θεοῦ ἀφῆλιξ ἐτελεύτησεν τῷ Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος ια ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. διὸ ἐπιδίδωμι καὶ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει Πασίων κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον εἰς ἐξέτασιν. ἔτους ια Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ ιε.