Ancient Greek
C.Pap.Gr. 2 53
Documentary Papyri, C.Pap.Gr. 2.1 53
Not analysed yet
Κρονίῳ τῷ καὶ Ἡρακλείδῃ καὶ Ἀλεξάνδρῳ γραμματεῦσι μητροπόλεως παρὰ Παντωνύμου Ἀφροδισίου τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Λυσανίου Τόπων. ὁ υἱός μου Ἀφροδίσιος μητρὸς Σαραπιάδος ἀναγραφόμενος ἐπὶ τοῦ προκειμένου ἀμφόδου Λυσανίου Τόπων ἐτελεύτησε τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ια ἔτους. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει κατεχωρίσθη γραμματεῦσι μητροπόλεως περὶ τελευτῆς Ἀφροδισίου. ἔτους ια Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ ι.