Ancient Greek
C.Pap.Gr. 2 54
Documentary Papyri, C.Pap.Gr. 2.1 54
Not analysed yet
…τελῶν τὴν λαογραφίαν καὶ τὸ χειρωνάξιον ἐπὶ τῆς αὐτῆς κώμης ἐτελεύτησεν τῷ ἐνεστῶτι ἔτει μηνὶ Ἁθὺρ διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ἀξιῶν ἀναγραφῆναι τοῦτον ἐν τῇ τῶν τετελευτηκότων τάξει διὰ τῶν ὑπὸ σοῦ καταχωριζομένων δημοσίων βιβλίων περιγραφῆναί τε περὶ τῆς λαογραφίας καὶ τοῦ χειρωναξίου καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Μάρκον Αὐρήλιον Ἀντωνιῖνον Σεβαστὸν Ἀρμενιακὸν Μηδικὸν Παρθικὸν Γερμανικὸν Μέγιστον μὴ ἐψεῦσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου Τῦβι κη