Ancient Greek
C.Pap.Gr. 2 57
Documentary Papyri, C.Pap.Gr. 2.1 57
Not analysed yet
Βοκκᾷ τῷ καὶ Ἀπολ καὶ Κουτᾷ γραμματεῦσι μητροπόλεως παρὰ …αμωνος Ζωίλου τοῦ Πεθύλλου ἀπὸ τῆς μητροπόλεως. ὁ πατήρ μου Ζωίλος Πεθύλλου τοῦ Χαιρήμονος μητρὸς Ταο…ος ὑπερετὴς ἄτεχνος λαογραφούμενος ἐπʼ ἀμφόδου …ἐτελεύτησεν τῷ Μεχὶρ μηνὶ τοῦ ἐνεστῶτος ἔτους καὶ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότωντάξει ὡς ἐπὶ τῶν ὁμοίων κατεχωρίσθη γραμματεῦσι μητροπόλεως περὶ τελευτῆς Ζωίλου. ἔτους κ Α…ου καὶ …Κομμόδου τῶν κυρίων Αὐτοκρατόρων Μεχεὶρ κζ