Ancient Greek
C.Pap.Gr. 2 58
Documentary Papyri, C.Pap.Gr. 2.1 58
Not analysed yet
……κωμογραμματεῖ Καρανίδος παρὰ Ὥρου Α… τοῦ Ὥρου μητρὸς Σωτηρίδος ἀπὸ κώμης Καρανίδος. ὁ ὁμοπάτριός μου καὶ ὁμομήτριος ἀδελφὸς Ἀχιλλᾶς ὑπερετής ἐτελεύτησεν τῷ Θὼθ μηνὶ τοῦ ἐνεστῶτος κε ἔτους. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων …κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον εἰς ἐξέτασιν ἔτους κε Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …β