Ancient Greek
C.Pap.Gr. 2 65
Documentary Papyri, C.Pap.Gr. 2.1 65
Not analysed yet
π Ἰουλίῳ κωμογραμματεῖ Σέσφθα παρὰ Κεφαλᾶτος Λεοντᾶτος μητρὸς Πλουτάρχης ἀπὸ τῆς αὐτῆς Σέσφθα. ὁ σημαινόμενός μου υἱὸς Πανεχώτης Κεφαλᾶτος τοῦ Λεοντᾶτος μητρὸς Ἡραίδος ἀπὸ τῆς αὐτῆς Σέσφθα ἄτεχνος ὢν ἐτελεύτησεν τῷ ἐνεστῶτι ἔτει μηνὶ Ἁθύρ. διὸ ἐπιδίδωμι τὸ βιβλίδιον ἀξιῶν ταγῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς καθήκει, καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Μάρκον Αὐρήλιον Κόμμοδον Ἀντωνῖνον Σεβαστὸν ἀληθῆ εἶναι τὰ προγεγραμμένα. …