Ancient Greek
C.Pap.Gr. 2 66
Documentary Papyri, C.Pap.Gr. 2.1 66
Not analysed yet
Σερήνῳ γραμματεῖ πόλεως παρὰ Θέωνος Ὡρίωνος τοῦ Θέωνος μητρὸς Ταπονθεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως. ὁ ὁμογνήσιός μου ἀδελφὸς Εὐδαίμων τῷ ἐνεστῶτι ι ἔτει Φαῶφι ἐτελεύτησεν, ἀναγραφόμενος ἐπʼ ἀμφόδου Τεμγενούθεως. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα, ἀξιῶν αὐτὸν ἀναγραφῆναι ἐν τῇ τῶν ὁμοίων τάξει ὡς καθήκει, καὶ ὀμνύω τὴν Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος τῶν κυρίων τύχην μὴ ἐψεῦσθαι. ἔτους ι Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ …