Ancient Greek
C.Pap.Gr. 2 76
Documentary Papyri, C.Pap.Gr. 2.1 76
Not analysed yet
…παρὰ Αὐρηλίου Σαοοῦτος …ιο…πο… ἀπὸ κώμης Ὀνώμφθεως ἐπεὶ τῷ ἐνεστῶτι η ἔτει Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου οἱ συγγενεῖς μου Αὐρήλιοι …οοῦτος καὶ ὁ τούτου ἀδελφὸς ……κιος οἱ γ ἀπὸ τῆς αὐτῆς κώμης ἐτελεύτησαν ὑπὲρ ὧν ἐτελέσθη ἃ καθήκει δημόσια μέχρι νῦν, ἀξιῶ περιελεῖν αὐτοὺς ἐκ τῶν δημοσίων λόγων ὡς καθήκει καὶ ὀμνύω τὴν τοῦ κυρίου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Σεβαστοῦ τύχην οὕτως ἔχειν. ἔτους η Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ κ Αὐρήλιος Σαοοῦς ……ς ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ …διὰ Αὐρηλίου Η …