Ancient Greek
C.Pap.Gr. 2 77
Documentary Papyri, C.Pap.Gr. 2.1 77
Not analysed yet
Αὐρηλίωι Ἀπολλωνίωι βασιλικῶι γραμματεῖ Ἡρακλεοπολίτου παρὰ Αὐρηλίου Ἡρακλείου νεωτέρου Ἡρακλείου ἀπὸ ……ἐπεὶ ὁ δοῦλός μου, ……στεφαν αφ…, ἐτελεύτησεν τῶι ……φ… ἐντὸς φρουρίου, ἀξιῶ σε περιαιρεθῆναι αὐτοῦ τὸ ὄνομα διὰ τῶν δημοσίων βιβλίων, ὡς καθήκει. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου τοῦ ἱερωτάτου Καίσαρος Γερμανικοῦ Μεγίστου Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ, Μεχεὶρ ιε. Ἡράκλειος ἐπιδέδωκα.