Ancient Greek
C.Pap.Gr. 2 82
Documentary Papyri, C.Pap.Gr. 2.1 82
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ ἔνατον καὶ Μαξιμιανοῦ τὸ η Σεβαστῶν. Αὐρηλίῳ Ὡρίωνι Θέωνος συστάτῃ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως παρὰ Αὐρηλίου Γερμανοῦ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως. ὁ γένει νεώτερος υἱὸς Γερμανὸς ἐκ μητρὸς Μυριλέας ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς τῷ ὄντι μηνὶ Φαμενὼθ τὸν βίον μετήλλαξεν. διὸ ἠπείχθην ἐπιδοῦναι τάδε τὰ βιβλίδια ἀξιῶν ταγῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτηκότων τάξει ……ις… τη… β… ὑπατείας τῆς προκειμένης Φαμενὼθ …