Ancient Greek
C.Pap.Gr. 2 App. 1
Documentary Papyri, C.Pap.Gr. 2.1 App1
Not analysed yet
Θέωνι στρατηγῷ παρὰ Γαΐου Παπιρίου Μαξίμου τῇ διελθούσῃ κϛ …ριμος ἐπαρδευτὴς ἀμπελικοῦ μου κτήματος περὶ κώμην Χύσιν ἐν Ἑρμοπολειτικοῖς ἐδάφεσι κατὰ ἀπουσίαν μου ἐπαναβὰς φοίνικι ἐν τῷ κτήματι πρὸς ὀχείαν κατέπεσεν καὶ ἐτελεύτησεν μηδενὸς παρόντος ἐκεῖ. καὶ σήμερον γενόμενος ἐν τῷ κτήματι εὗρον αὐτὸν ἐρριμμένον πρὸς τῷ φοίνικι καὶ ἠδικημένον ἀπὸ κυνῶν διὸ ἐπιδίδωμι τὸ βιβλίδιον ἀξιῶν τὰ ἀκόλουθα γενέσθαι ὅπως τὸ σωμάτιον αὐτοῦ τύχῃ κηδείας. ἔτους ιη Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν …