Ancient Greek
CdÉ 86 (2011), p. 237-240 no. 2
Documentary Papyri, CdÉ 86 237
Not analysed yet
Ψεντ…λµι κωµογραµµατεῖ Μεσοβη καὶ Ἀπολλωνίῳ καὶ Τιθοεῖ λαογράφοις τῆς αὐτῆς Μεσοβη παρὰ Τιθοέους Ψεναµούνιος Ψάιτος µητρὸς Τασήχθιος Ὥρου τῶν ἀπὸ Μεσοβη καταµένοντος ἐν Κέλλει. ἀπογράφοµαι εἰς τὸ ἐνεστὸς θ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατὰ τὰ κελευσθέντα ὑπὸ Οὐαλερίου Πρόκλου τοῦ κρατίστου ἡγεµόνος τὴν ὑπάρχουσάν µοι οἰκίαν ἐν τοῖς ἀπὸ ἀπηλιώτου Κέλλεως ἐν ᾗ εἰµὶ ὁ προγεγραµµένος Τιθοῆς Ψεναµούνιος Ψάιτος µητρὸς Τασήχθιος γεωργὸς ἐτῶν νγ οὐλὴ γόνατι ἀριστερῷ. …ς θυγάτηρ Τιθοέους τοῦ προγεγραµµένου κλωθ µητρὸς Ταλαέως ῞Ωρου ἐτῶν ιζ. …Σεντιθοῆς ἀδελφὴ µητρὸς τῆς αὐτῆς …κλωθ ἐτῶν ις. Ταλαεῖς Ὥρου Πατχάλµιος γυνὴ Τιθοέους τοῦ προγεγραµµένου µητρὸς Ταψάιτος κλωθ ἐτῶν ν. …ους δούλη αὐτῆς ἐτῶν ς. ἔτους θ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι …