Ancient Greek
CdÉ 86 (2011), p. 240-245 no. 3
Documentary Papyri, CdÉ 86 242
Not analysed yet
ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Σεβαστοῦ Παῦνι ιη. τάδε τεθείκασι Μεσοβεῖται Τιθοῆς Ψεναμούνιος Ψάιτος μητρὸς Τασήχθιος ὡς ἐτῶν με οὐλὴ ὑπὸ γόνατι ἀριστερῷ καὶ Ταλαεῖς Ὥρου Πατχάλμιος μητρὸς Ταψάιτος ὡς ἐτῶν μ οὐλἠ κνήμῃ δεξιᾷ γυνὴ αὐτοῦ, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ὁμοφωνοῦντες Μεσοβείτῃ Τιθοεῖ Βήκιος Ψάιτος μητρὸς Τβήκιος· ὀφείλομεν σοι ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα, γίνονται δραχμαὶ ρμ, ἃς καὶ ἀποδώσομεν σοι τῷ εἰσιόντι κγ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Παῦνι ιη ἀνυπερθέτως· ἐὰν δὲ μή σε πληρώσομεν τῇ προκειμένῃ προθεσμιᾳ τοκοφορήσωμέν σοι τοῦ ὑπερπεσόντος χρόνου τὸν δραχμιαῖον τόκον καί ἐξέσται σοι πληροῦσθαι ἐξ ὧν ἔχομεν πάντων καὶ ὧν ἐὰν ἐπικτησώμεθα, μηδὲ πωλεῖν ὑποτίθεσθαι ἕως πρότερόν σε πληρώσομεν. Ἁρποκρᾶς συναλλαγματογράφος Μεσοβη κεχρημάτικα διὰ …αθου τοῦ καὶ Φιλήτου γραμματέως Τιθοῆς Ψεναμούνιος Ψάιτος καὶ Ταλαεῖς Ὥρου γυνὴ αὐτοῦ μετὰ κυρίου αὐτῆς Τιθοέους οἱ προγεγραμμένοι Τιθοεῖ Βήκιος· τεθείμεθά σοι τὸ προκείμενον δάνειον τῶν τοῦ ἀργυρίου δραχμῶν ἑκατὸν τεσσαράκοντα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν Ἐπάγαθος ἀπελεύθερος Κατηνου ἐρωτηθείς.