Ancient Greek
CdÉ 86 (2011), p. 245-248 no. 4
Documentary Papyri, CdÉ 86 245
Not analysed yet
ἔτους ὀγδόου Αυτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ ’Αντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ …τάδε τέθεικε Μεσοβείτης Ψεναμοῦνις Τιθοέους …μητρὸς …ριος ὡς ἐτῶν κβ οὐλὴ …Μεσοβείταις Τιθοεῖ Ψεναμούνιος Ψάιτος μητρὸς Τασήχθιος Ὥρου ὡς ἐτῶν νβ καὶ Ταλαεῖ Ὥρου μητρὸς Ταψάιτος γυναικὶ αὐτοῦ· περιέλυσα τὸ δίκαιον τὸ γεγενημένον ἐν τῷ κβ τῷ καὶ α ἔτει Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μηνὸς Παῦνι κεφαλαίου ἀργυρίου δραχμῶν ἑκατὸν δώδεκα καί τοὺς τούτων τοκους μέχρι Παῦνι τοῦ β ἔτους Ἀντωνείνου καὶ οὐκ ἔχω δίκαιον οὔτε κλῆσιν πρὸς ὑμᾶς περὶ αὐτῶν ἀπὸ σήμερον ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον …πληρ- . Κολλοῦθος συναλλαγματογράφος Μεσοβη κεχρημάτικα Ψεναμοῦνις Τιθοέους ὁ προγεγραμμένος Τιθοεῖ Ψεναμούνιος καί Ταλαεῖ Ὥρου· τέθειμαι ὑμῖν τὴν προκειμένην περίλυσιν τῶν προκειμένων δραχμῶν ἑκατὸν δώδεκα καὶ τῶν τούτων τόκων ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ …Τεπνάχθου ἐρωτηθείς.