Ancient Greek
Chiron 48 (2018), p. 54-61 no. 1
Documentary Papyri, Chiron 48 55_1
Not analysed yet
line…lost πα…η… άζοιντο οἱ ἄρχοντες ἀρχῇ αὐθαιρέτῳ ὑπὸ βίας αὐτῶν χ… σου τὴν ἀσύγκριτον. ἡγεμονίαν ὡς ἀντιπαρατάσσονται τοῖς γράμμασιν αὐτῶν περί τε …σιν ἔν τε χειροτονίαις καὶ ἀρχαιρεσίαις καὶ τῇ διατάξει τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων, ἣν …οὐκ ἀγνοεῖς, ἥτις πάσης βίας καὶ ὀχλήσεως ἀπαλλάσσει τοὺς οὐετρανοὺς καὶ ἡμᾶς τοὺς υἱοὺς αὐτῶν …ἀπαρενόχλητος τὴν ἀπὸ σοῦ τοῦ δεσπότου εὐεργεσίαν, ἱν’ ὦ βεβοηθημένος. διευτύχει. Κοΐντος Μαρῖνος Κλαυδιανὸς ἐπιδέδωκα. πρὸς δὲ τὸ μένειν τὰς προθεσμίας καὶ τὰς τάξεις κατὰ τὴν ἐξ ἀρχῆς ὑπόσχεσιν ἐπὶ τ… ὑπισχνουμένων καὶ χειροτονουμένων ὑπέταξά σοι θεῶν Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Οὐήρου διάταξιν καὶ Σεμπρωνίου Λιβεράλιος τοῦ ἡγεμονεύσαντος ὑπόμνημα. ὑπέταξα δέ σοι διάταξιν Αὐτοκρατόρων καὶ Σεμπρωνίου Λιβεράλιος τοῦ ἡγεμονεύσαντος ὑπόμνημα περὶ τοῦ τηρεῖσθαι τὰς προθεσμίας καὶ τὰς τάξεις κατὰ τὰς ἐξ ἀρχῆς ὑποσχέσεις ἐπί τε τῶν χειροτονουμένων καὶ ὑπισχνουμένων, ἱν’, ἐάν σου τῇ τύχῃ δόξῃ, καὶ ἐμοὶ κελεύσῃς τηρηθῆναι. ἔστι δέ·