Ancient Greek
Chiron 48 (2018), p. 61-72 no. 2
Documentary Papyri, Chiron 48 63_2
Not analysed yet
……πανηγυρ…χ…ν…σ… τῷ γυμνασιάρχῳ καὶ τῷ ἐξηγητῇ καὶ τῷ κοσμητῇ ὑπὸ μὲν τοῦ ἀρχιερέως κατὰ πανήγυριν δραχμῶν τρισχιλίων καὶ ὑπὸ τοῦ ἀγορανόμου δραχμῶν χιλίων πεντακοσίων καὶ οὕτως διαιρεῖσθαι τοῖς τρισὶ κατὰ τὰ μέρη ὡς ἕκαστος τοῖς ἀκροάμασι ἀναλίσκει. ἐπεὶ οὖν, κύριε, τῆς πανηγύρεως τοῦ Τυβι διαγενομένης οὐδὲν ὁ ἀρχιερεὺς καὶ ὁ ἀγορανόμος μοι τοῦ ἔθους ἀποδεδώκασι, ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι διὰ θείας σου ὑπογραφῆς τὸν στρατηγόν συν… μοι ἐν τῇ εἰσπράξει, ὅπως μὴ, ἐπεὶ παρεπιδημῶ, χρεοκοπῶμαι ἐν τῇ παρ’ αὐτοῖς συνηθείᾳ, ἵνα δυνηθῶ τὰ τῇ ἀρχῇ διαφέροντα συντελειῶσαι. καὶ γὰρ ἐπὶ Λιβεραλίου καὶ μετὰ Λιβεράλιον τὸν ἡγεμονεύσαντα, τριῶν οὐσῶν τοῦ Τυβι θεωριῶν, πάλιν η… συντέλεια ἀπετελεῖτο. ἵν’ ὦ εὐεργετημένος. διευτύχει. Κοΐντος Μαρῖνος Κλαυδιανὸς ἐπιδέδωκα. ἔτους θ ,Φαρμουθι ϛ. ὁ διέπων τὰ μέρη τῆς ἐπιστρατηγίας εἴσεται ὁποῖά σού ἐστιν ἡ ἀξίωσις. πρόθες. τῆς δὲ ἀποφάσεως· εἰ καὶ τὰ μάλιστα ὁ δίκαιος καὶ ὀρθὸς λόγος λυσιτέλειάν τινα …ι γίνεσθαι τῷ τε ἀρχιερεῖ καὶ τῷ ἀγορανόμῳ, συσταλέντος τοῦ ἀριθμοῦ τῶν θεωριῶν, ἀλλ’ οὖν …ων γε οὐσῶν τῶν πανηγύρεων εἰς ἃς πρότερον τὴν συντέλειαν ἐποιοῦντο ὅ τε ἀρχιερεὺς καὶ ὁ ἀγορανόμος καὶ ἔτι καὶ νῦν μενουσῶν, τῆς τε ἀρχῆς τῆς γυμνασιαρχικῆς ἐπικουρίας δεομένης, διὰ τὸ λυσιτελὲς τὸ πρὸς τὴν πόλιν ὑπὲρ τοῦ εὑρίσκεσθαι περιουσίαν γυμνασιάρχων, ἀναγκαῖόν ἐστιν μηδὲν τοῦ παλαιοῦ ἔθους παραιρεῖσθαι.