Ancient Greek
Chrest.Mitt. 125 [36]
Documentary Papyri, Chrest.Mitt. 125dupl
Not analysed yet
Μεσσίῳ Αὔδακι ἑκατοντάρχῃ παρὰ Στοτοήτιος τοῦ Ἀπύγχεως ἱερέως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. Στοτοῆτις ὁ καὶ Φανῆσις Στοτοήτιος καὶ οἱ ἀδελφοὶ Ἁρπαγάθης καὶ Ὧρος ὀφείλοντές μοι κατʼ οὐδὲν ἐπιστρέφονται ἀποδοῦναί μοι διαπλανῶντες καὶ ὑπερτιθέμενοι, ἀλλʼ ἔτι καὶ ἐπήλθοσάν μοι καὶ ὕβριν οὐ τὴν τυχοῦσαν συνετελέσαντο καὶ πληγὰς ἐπήνεγκαν καταρήξαντες καὶ ὃν εἶχον χιτῶνα, ἐπαγγελλόμενοι καὶ τοῦ ζῆν μεταστῆσαι· ὅθεν οὐ δυνάμενος καθησυχάζειν ἀξιῶ ἀχθῆναι αὐτοὺς ἐπὶ σὲ πρὸς τὴν δέουσαν ἐπέξοδον.