Ancient Greek
Chrest.Mitt. 136
Documentary Papyri, Chrest.Mitt. 136
Not analysed yet
Χοιὰκ κδ ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν ἑξαμάρτυρον. Αὐρήλιος Ἄμμων ὡς ἐτῶν λβ οὐλὴ γόνατι δεξιῷ. Αὐρήλιος Δημήτριος ἐπιτηρητὴς συναλλαγμάτων σεσημείωμαι. ἔτους ϛ Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου Αὐρήλιος Ἀμμωνᾶς Ἀμμωνᾶτος μητρὸς Θαισοῦτος ἀπὸ Ὀξυρύγχων πόλεως ὁμολογῶ δεδανεῖσθαι παρὰ Αὐρηλίου …μητρὸς Θερμουθαρίου ἀπὸ τῆς μητροπόλεως τοῦ Ἀρσινοίτου ἀπὸ ἀμφόδου Γυμνασίου ἀργυρίου σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς διακοσίας γίνονται δραχμαὶ σ τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω σοι ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος …ίου ἔτους ἀνϋπερθέτως τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι παντοίων πάντων πράσσοντι καθάπερ ἐκ δίκης, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα τὸ ἑξαμάρτυρον δάνειον …