Ancient Greek
Chrest.Mitt. 13
Documentary Papyri, Chrest.Mitt. 13
Not analysed yet
Ἀφθονήτωι στρατηγῶι παρὰ Πάσειτος τοῦ Φχώιφιος βασιλικοῦ γεωργοῦ. εἰσέδωκά σοι ἔντευξιν κατὰ Πετεσούχου περὶ τοῦ ἐμοῦ ἀμπελῶνος. ἀξιῶ οὖν σε ἀνακαλέσασθαί με, ἵνα τύχω τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει.