Ancient Greek
Chrest.Mitt. 12
Documentary Papyri, Chrest.Mitt. 12
Not analysed yet
Ἀφθονήτωι στρατηγῶι παρὰ Φιλίππου καὶ Πτολεμαίου. εἰσεδώκαμέν σοι ἔντευξιν κατὰ Παυσανίου περὶ ὧν ἐνεκαλοῦμεν αὐτῶι. σοῦ δὲ γράψαντος τῶι ἐπιστάτηι παραπέμψαι αὐτὸν …οὖν σε εἰσκαλέσασθαι ἡμᾶς καὶ ἐπισκεψάμενον ἃ διὰ τῆς ἐντεύξεως αὐτῶι ἐγκεκλήκαμεν ἐπαναγκάσαι αὐτὸν τὸ δίκαιον ἡμῖν ὑποσχεῖν. τούτου γὰρ γενομένου οὐ τὸν πλείω χρόνον καταφθαρησόμεθα, ἀλλὰ διὰ σὲ τῆς πάσης φιλανθρωπίας τευξόμεθα. εὐτύχει.