Ancient Greek
171_1.1.1 to 171_1.1.24
Documentary Papyri, Chrest.Mitt. 171_1.1.1-24
Not analysed yet
ἐπὶ τῆς τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ δ ὑπατείας. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων καὶ ἔτους δευτέρου Φλαυίου Οὐαλερίου Κωνσταντίου καὶ Γαίου Οὐαλερίου Μαξιμιανοῦ Ἐπιφανεστάτων Καισάρων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν μηνὸς Δίου Θῶθ ιγ ἐν Ἑρμοῦ πόλει τῇ μεγάλῃ ἀρχαίᾳ καὶ σεμνοτάτῃ καὶ λαμπροτάτῃ. ὁμολογεῖ Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς τῆς λαμπροτάτης Ἀντινόου πόλεως …μετὰ συνβεβαιωτοῦ πιστικελευστοῦ τοῦ καὶ ἐγγυωμένου τήνδε τὴν πρᾶσιν καὶ πάσας τὰς ἐγγεγραμμένας διαστολὰς Αὐρηλίου Ἑρμαπόλλωνος τοῦ καὶ Διοσκόρου Διδύμου Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου φρουρίου ἀπηλιώτου ὡς ἐτῶν …Αὐρηλίᾳ Κυριλλοῦτι Ἱέρακος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως ἀναγραφομένῃ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἑρμείου τοῦ καὶ Κρονίου ἐξηγητεύσαντος εὐθηνιάρχου βουλευτοῦ ἀποδεδειγμένου γυμνασιάρχου τῆς αὐτῆς Ἑρμοῦ πόλεως πεπρακέναι τὸν ὁμολογοῦντα Κάστορα τὸν καὶ Εὐδαίμονα τῇ Κυριλλοῦτι ……κτητικὴν δούλην ὀνόματι Στεφάνην ἐπικεκλημένην Στεφανοῦν ἢ καὶ καὶ τίνι ὀνόματι καλεῖται ἢ κληθήσεται γένει Κρητικὴν εὐθύρινα οὐλὴν ἔχουσαν ἀνωτέρω ἀστραγάλου δεξιοῦ ποδὸς ὡς ἐτῶν κ, ἣν καὶ αὐτὸς ἐώνηται …τῷ θ καὶ η καὶ α ἔτει Ἐπεὶφ παρὰ Ὡριγένους τοῦ καὶ Σωφρᾶ …ωνος Κρηνατιου συνβεβαιοῦντος αὐτῷ Αὐρηλίου …υβι…μ… Σωσικουσμίου τοῦ καὶ Ἀλθαιέως ἀκολούθως τῇ γενομένῃ εἰς αὐτὸν τὸν Κάστορα παρʼ αὐτοῦ τοῦ Ὡριγένους ἀσφαλείᾳ ἥνπερ ἀσφάλειαν μετὰ καὶ τῆς ἀπογραφῆς καὶ ἀνακρίσεως ἧς πεποίηται …τῷ καὶ Ἱππίᾳ τοῖς ἀξιολογωτάτοις ἐνάρχοις ὑπομνηματογράφοις μετὰ καὶ τῆς γενομένης εἰς αὐτὸν τὸν Ὡριγένη καὶ ἀποδοθείσης τῷ Κάστορι προκτητικῆς ἀσφαλείας τῆς αὐτῆς δούλης ἀνέδωκεν ὁ ἀποδόμενος Κάστωρ τῇ ὠνουμένῃ Κυριλλοῦτι αὐτὴν καὶ τὴν ἀπὸ τούτων ἀσφάλειαν καὶ βεβαίωσιν ἥνπερ δούλην ὀνόματι Στεφανοῦν …παρέδωκε τῇ ὠνουμένῃ Κυριλλοῦτι ταύτην τοιαύτην ἀναπόρριφον ἐκτὸς οὖσαν ἱερᾶς νόσου καὶ ἐπαφῆς, τὴν δὲ πρὸς ἀλλήλους συνπεφωνημένην τιμὴν ἀργυρίου καινοῦ Σεβαστῶν νομίσματος τάλαντα δέκα πέντε γίνονται ἀργυρίου τάλαντα ιε ἀπέσχεν ὁ ἀποδόμενος Κάστωρ παρὰ τῆς πριαμένης Κυριλλοῦτος κατὰ διαγραφὴν τὴς ἐν Ἑρμοῦ πόλει Μισθωτῶν τραπέζης ἐκ πλήρους καὶ εἶναι περὶ αὐτὴν τὴν ὠνουμένην καὶ τοὺς παρʼ αὐτῆς τὴν τῆς πεπραμένης αὐτῇ δούλης ὀνόματι Στεφανοῦτος ὡς πρόκειται καὶ τῶν ταύτης ἐγγόνων ἐπὶ τὸ ἀεὶ κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας ὑπὲρ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται