Ancient Greek
171_1.1.25 to 171_1.1.34
Documentary Papyri, Chrest.Mitt. 171_1.1.25-34
Not analysed yet
τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ τε πωλοῦντι Κάστορι καὶ τῷ συνβεβαιωτῇ Ἑρμαπόλλωνι καὶ μὴ ἐπελεύσεσθαι αὐτὸν μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί, ἐὰν δὲ ἐπέλθῃ ἢ μὴ βεβαιώσῃ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσει ἢ ὁ ὑπὲρ αὐτοῦ ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐτῆς τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ἔστω, ἐτάξατο δὲ ἡ ὠνουμένη τῷ τε ἐγκυκλίῳ καὶ τῇ ἀγορανομίᾳ τὰ ὀφειλόμενα …περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερώτησέν τε ἡ ὠνουμένη Κυριλλοῦς ὡμολόγησεν ὁ ἀποδόμενος Κάστωρ. Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς πέπρακα τὴν προκιμένην δούλην ὀνόματι Στεφάνην ἐπικεκλημένην Στεφανοῦν καὶ βεβαιώσω ὡς πρόκειται. Αὐρήλιος Ἑρμαπόλλων ὁ καὶ Διόσκορος Διδύμου ἐγγυῶμαι καὶ συνβεβαιῶ ὡς πρόκειται.