Ancient Greek
172.1.13 to 172.2.37
Documentary Papyri, Chrest.Mitt. 172.1.13-172.2.37
Not analysed yet
βεβαίωσιν ἐξακολουθούσης μοι τῇ πωλούσῃ καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλους ὑπὲρ ἐμοῦ ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐτῆς τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γίγνεσθαι ἐπερωτηθεῖσα ὡμολόγησα. ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ. Αὐρηλία Ἀρτεμιδώρα Πολυδεύκους πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω ὡς πρόκειται. Αὐρήλιος Κοπρέας Κορνηλᾶ συμπάρειμι αὐτῇ Αὐρηλία Τεσνεὺς Ἀχιλλέως Ἥρωνος ἡ προκειμένη ἐξωδίασα ὡς πρόκειται. Αὐρήλιος Δημήτριος ὁ καὶ Κορνηλᾶς Διονυσίου συμπάρειμι αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Αὐρήλιος Ἰσίδωρος ὁ καὶ …τοῦ προκειμένου οἰκοπέδου τιμῆς δραχμῶν πεντακοσίων Χοίακ δευτέρᾳ καὶ εἰκάδι. βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμοπολείτου. παρὰ Αὐρηλίας Τεσνεῦτος Ἀχιλλέως Ἥρωνος μητρὸς Εὖτος Διονυσίου Ἑρμοπολείτιδος ἀναγραφομένης ἐπʼ ἀμφόδου πόλεως λιβὸς συμπαρόντος Αὐρηλίου Δημητρίου τοῦ καὶ Κορνηλᾶ. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς δ ἔτος τῶν κυρίων Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ καὶ Κορνηλίου Οὐαλεριανοῦ Σεβαστῶν, συνευδοκούσης Αὐρηλίας Ἀρτεμιδώρας Πολυδεύκους γενομένου βουλευτοῦ Ἑρμοῦ πόλεως χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ ἀναγραφομένης ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου εἰδυίης γράμματα συνπαρόντος Αὐρηλίου Κοπρέου Κορνηλᾶ, ἣν ἠγόρασα παρʼ αὐτῆς κατὰ διαγραφὴν διὰ τῆς ἐν Ἑρμοῦ πόλει τραπέζης ἀπὸ τοῦ ἐνεστῶτος ἔτους καὶ μηνὸς ὑπάρχουσαν αὐτῇ ὁλόκληρον οἰκίαν καλουμένην Πκολᾶ καὶ αὐλὴν καὶ τὰ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ εἰσόδους καὶ ἐξόδους ἐν Ἑρμοῦ πόλει ἐπʼ ἀμφόδου πόλεως λιβὸς ἀκολούθως τῇ διαγραφῇ ὡς περιέχει, ἧς τὸ ἀντίγραφον ὑμῖν ἐν ἐκτάκτῳ ἐπήνεγκα καὶ ὀμνύω τὴν τῶν κυρίων Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ καὶ Κορνηλίου Οὐαλεριανοῦ Σεβαστῶν τύχην οὕτως ἔχειν. ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ κϛ. Αὐρηλία Τεσνεὺς Ἀχιλλέως ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος Δημήτριος ὁ καὶ Κορνηλᾶς συμπάρειμι …αὐτῇ.