Ancient Greek
172.1.1 to 172.1.12
Documentary Papyri, Chrest.Mitt. 172.1.1-12
Not analysed yet
ἔτους τετάρτου Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ κϛ. διαγραφὴ διὰ τῆς ἐν Ἑρμοῦ πόλει μισθωτῶν τραπέζης. Αὐρηλία Τεσνεὺς Ἀχιλλέως Ἥρωνος Ἑρμοπολῖτις ἀναγραφομένη ἐπʼ ἀμφόδου πόλεως λιβὸς συμπαρόντος αὐτῇ Αὐρηλίου Δημητρίου τοῦ καὶ Κορνηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως Αὐρηλίᾳ Ἀρτεμιδώρᾳ Πολυδεύκους γενομένου βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀναγραφομένῃ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου εἰδυίῃ γράμματα χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη συμπαρόντος αὐτῇ Αὐρηλίου Κοπρέου Κορνηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως πεπρακέναι ἑαυτῇ τὴν ὑπάρχουσαν αὐτῇ ὁλόκληρον οἰκίαν καὶ αὐλὴν καί τὰ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ εἰσόδους καὶ ἐξόδους ἐν Ἑρμοῦ πόλει τῆς συμπεφωνημένης τιμῆς ἀργυρίου δραχμῶν πεντακοσίων —ἣν καὶ αὐτόθι ἀπέσχεν παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφὴν καὶ εἶναι περὶ αὐτὴν τὴν ὠνουμένην καὶ τοὺς παρʼ αὐτῆς τὴν τῆς πεπραμένης οἰκίας καὶ αὐλῆς κυρείαν καὶ κράτησιν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον σὺν ταῖς ὑποκειμέναις γειτνίαις καὶ διαστολαῖς πάσαις καὶ ἐπερωτηθεῖσαι ὡμολόγησαν. Αὐρήλιος Δημήτριος βουλευτὴς τραπεζίτης σεσημείωμαι. Αὐρηλία Ἀρτεμιδώρα Πολυδεύκους γενομένου βουλευτοῦ Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης ἀναγραφομένη ἐπ ἀμφόδου πόλεως λιβὸς εἰδυῖα γράμματα χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη συμπαρόντος Αὐρηλίου Κοπρέου Κορνηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ πέπρακα ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον Αὐρηλίᾳ Τεσνεῦτι Ἀχιλλέως Ἥρωνος μητρὸς Εὖτος Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένῃ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου συμπαρόντος αὐτῇ Αὐρηλίου Δημητρίου τοῦ καὶ Κορνηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως τὴν ὑπάρχουσάν μοι ὁλόκληρον οἰκίαν καὶ αὐλὴν καὶ τὰ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ εἰσόδους καὶ ἐξόδους ἐν Ἑρμοῦ πόλει ἐπὶ τοῦ αὐτοῦ πόλεως λιβός. γείτονες τῆς οἰκίας καλουμένης Πκολᾶ ἀπηλιώτου οἰκία Διοσκόρου, λιβὸς καὶ νότου οἰκία υἱῶν Ἱναροοῦτος κλειδοποιοῦ, ὑφʼ ἣν καμάρα βάλλουσα εἰς τὴν ἐκ νότου δημοσίαν ῥύμην, διʼ ἧς καμάρας εἴσοδος καὶ ἔξοδος τῆς πιπρασκομένης οἰκίας, βορρᾶ Ἡρακλέωνος καὶ ἄλλων, τὴν δὲ πρὸς ἀλλήλους συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς πεντακοσίας γίνονται ἀργυρίου δραχμαὶ φ αὐτόθι ἀπέσχον παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφὴν καὶ εἶναι περὶ αὐτὴν τὴν ὠνουμένην καὶ τοὺς παρʼ αὐτῆς τὴν τῆς πεπραμένης οἰκίας καὶ αὐλῆς κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν