Ancient Greek
Chrest.Mitt. 204
Documentary Papyri, Chrest.Mitt. 204
Not analysed yet
Ἀπολλώνιος σεσημείωμαι ιγ ἔτους Ἁδριανοῦ τοῦ κυρίου Φαῶφι κθ. Διονυσίωι καὶ Θέωνι γεγυμνασιαρχηκόσι βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοείτου παρὰ Ἡρώδου τοῦ καὶ Πετενεφρέους νεωτέρου τοῦ Πετενεφρήους τοῦ Χαιρήμονος ἱερέως Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν καὶ τῆς ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφῆς οὔσης καὶ γυναικὸς Μαρ… ἱερείας τῶν αὐτῶν θεῶν ἐν τῇ κατ ἀναγραφομένων ἐπʼ ἀμφόδου Βουταφίου. ὃν ἀπεγραψάμεθα διʼ ὑμῶν τῇ ἐνεστώσηι ἡμέρᾳ δοῦλον ἄρρενα βουλόμεθα ἐλευθερῶσαι. διὸ ἐπιδίδομεν ὅπως ἐπιστάλῃ τῷ μνήμονι ὡς καθήκει.