Ancient Greek
Chrest.Mitt. 210
Documentary Papyri, Chrest.Mitt. 210
Not analysed yet
βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμοπολείτου παρὰ Αὐρηλίου Τιθοητίωνος τοῦ καὶ Σαραπάμμωνος Ἑρμείνου Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου φρουρίου λιβός. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς δ ἔτος Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μετʼ εὐδοκήσεως Αὐρηλίας Κολλαύχιος Θαήσιος Κολλούχιος ἀπὸ κώμης Μοιρῶν τοῦ Κουσσίτου ἄνω μετὰ κυρίου Αὐρηλίου Σαρᾶ Ὡρείτου τοῦ αἰτηθέντος ὑπʼ αὐτῆς καὶ ἐπιτραπέντος ὑπὸ Αὐρηλίου Κάστορος τοῦ καὶ Θαυμαστοῦ ἐνάρχου ἐξηγητοῦ βουλευτοῦ τῆς αὐτῆς Ἑρμοῦ πόλεως δίκαιον ὧν ὑπήλλαξέν μοι κατὰ διαγραφὴν ἐπὶ τοῦ αὐτοῦ δ ἔτους καὶ μηνὸς περὶ τὴν αὐτὴν Μοιρῶν ἐκ τοῦ Διονυσίου καὶ Διοκλέους κλήρων κατοικικῶν ἀρουρῶν τριῶν οὐσῶν ἐν δυσὶ κοίταις, ὧν μιᾶς κοίτης ἄρουραι δύο ,δευτέρας κοίτης ἄρουρα μία πρὸς ἃς ὀφείλει μοι κατὰ τὴν αὐτὴν διαγραφὴν κεφαλαίου καὶ τόκου δραχμιαίου δραχμὰς ὀκτακοσίας τεσσαράκοντα εἰς ἀπόδοσιν Θῶθ τοῦ εἰσιόντος ε ἔτους ἐφʼ οἷς ἄλλοις ἡ διαγραφή ἐστιν, ἧς τὸ ἀντίγραφον ἐν ἐκτάκτῳ ὑμῖν ἐπήνεγκα. διʼ ὃ ἀναφέρω καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁδριανοῦ ιθ. Αὐρήλιος Τιθοητίων ὁ καὶ Σαραπάμμων ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρηλία Κολλαῦχις Θαήσιος εὐδοκῶ. Αὐρήλιος Σαρᾶς Ὡρίτου ὁ ἐπιτραπεὶς ἐπιγέγραμμαι αὐτῆς κύρος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.