Ancient Greek
Chrest.Mitt. 230
Documentary Papyri, Chrest.Mitt. 230
Not analysed yet
ἐξ συνκολλησίμου ξενικῶν πρακτορείας η ἔτους Δομιτιανοῦ Μεχεὶρ θ. ἐκ συνκολλησίμου …παρὰ Διον τοῦ καὶ Ἀκουσιλάου Δίου τοῦ Διον τοῦ καὶ Ἀμόϊτος τῶν ἀκ… αυ… ἐκόμισα ἐκ τοῦ καταλογείου δημοσιώσεως χρηματισμόν, οὗ χρόνος ἔτους η Αὐτοκράτορος Καίσαρος …Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σεβαστοῦ ιδ, περὶ πράξεως τῶν ὀφειλομένων μοι ὑπὸ Ἁρπάλου Θέωνος τοῦ Ἁρπαήσιος τῶν ἀπὸ τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως χρηματίσαντος Πέρσου τῆς ἐπιγονῆς, ὃς μετήλλαχεν, κατʼ ἐνγράφους συνθήκας γεγονυίας τῷ Φαμενὼθ μηνὶ τοῦ η ἔτους Θεοῦ Οὐεσπασιανοῦ ἀργυρίου δραχμῶν χιλίων κεφαλαίου καὶ τῶν τούτου τῆς ὑπερχρονίας καθηκόντων τόκων. διὸ ἠξίωσα τῶν τοῦ δηλουμένου χρηματισμοῦ …τὸ ἕτερον μεταδοῦναι τοῖς ἑαυτοῦ υἱοῖς καὶ κληρονόμοις Ἀμόϊτι καὶ Παμύρει ἵνʼ εἰδῶσι. τῆς οὖν τούτου μεταδόσεως γεγονυίας αὐτοῖς διὰ σοῦ τῇ κ τοῦ διελθόντος μηνὸς Χοίαχ καὶ μηδεμιᾶς μοι διευλυτήσεως μηδὲ ἀντιρρήσεως γενομένης ἐνεχυράζω ἐπὶ τ… παρ…ωρος ἐπεὶ ὁ πράκτωρ τὰ ὑπάρχοντα πάντα Ἁρπάλου ἐπὶ τοῦ …α…