Ancient Greek
Chrest.Mitt. 233
Documentary Papyri, Chrest.Mitt. 233
Not analysed yet
ἔτους ϛ Μεσορὴ κθ ἐν Παθύρει ἐπʼ Ἀμμωνίου ἀγορανόμου. ἐπελύσατο Πανοβχοῦνις Τοτοέους ὠνὴν ψιλοῦ τόπου τοῦ ὄντος ἐν τῶι ἀπὸ νότου μέρει Παθύρεως πήχεις στερεοῦ β ὃν ὑπέθετο Πατοῦτι Πελαίου καὶ Βοκενούπει Πατοῦτος κατὰ συνγραφὴν ὠνῆς ἐν πίστει ἐπὶ τοῦ ἐν Παθύρει ἀρχείου ἐφʼ Ἡλιοδώρου ἀγορανόμου ἐν τῶι ε ἔτει Μεσορὴ κζ χαλκοῦ ταλάντου α δραχμῶν Α, ὃς καὶ παρὼν Πατοῦς καὶ Βοκενοῦπις ἐπὶ τοῦ ἀρχείου ἀνωμολογήσατο ἀπέχειν καὶ μὴ ἐπικαλεῖν περὶ τῶν διὰ τῆς ὠνῆς γεγραμμένων πάντων τρόπῳ μηδενί. Ἀμμώνιος κεχρημάτικα. ἐπίλυσις Πανοβχούνιος