Ancient Greek
Chrest.Mitt. 294
Documentary Papyri, Chrest.Mitt. 294
Not analysed yet
……την…υ… ἀπέχειν παρʼ αὐτοῦ κατὰ τὸ δίκαιον τῆσδε τῆς ὁμολογίας φερνὴν χρυσίου δοκιμίου μναιεῖα δώδεκα ἐν τοῖς διὰ τῆς συνγραφῆς κοσμαρίοις καὶ τὰ διʼ αὐτῆς ἱμάτια ……ς αὐτῶν …τὴν συντίμησιν τῶν δραχμῶν ὀκτακοσίων καὶ τὰ αὑτῆς παράφερνα πάντα καὶ ἀνακεκομίσθαι πάντα τὰ προσενεχθέντα αὐτῇ ὑπὸ τῆς αὑτῆς μητρὸς ὑπάρχοντα ……της νι…ει… καὶ τὸν Σύρον ἀπεσχηκέναι τὸ αἱροῦν τῶν προσόδων αὐτῶν, ὧν μεμένηκεν παρʼ αὐτῷ ἡ Σύρα ἡ καὶ Ἰσάριον μηνῶν καὶ μὴ ἐπελεύσασθαι ἐπʼ ἀλλήλους μηδὲ ἑκάτερον αὐτῶν μηδὲ τοὺς παρʼ αὐτῶν μηδὲ περὶ τῶν τῇ συμβιώσει ἀνηκόντων μηδὲ περὶ ὧν ἐπεγράφη αὐτῆς ὁ Σύρος κύριος ἐν τοῖς τῆς συμβιώσεως χρόνοις καθʼ ὁντινοῦν τρόπον διὰ τὸ πάντα αὐτὴν ἀπεσχηκέναι μηδὲ περὶ τῶν προκειμένων εἰδῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς τῷ καθόλου ἐνγράφου μηδʼ ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ. τὰ διομολογημένα κύρια ἔστω καθὼς συνεχώρησαν. Σύρα ἡ καὶ Ἰσάριον Ἀφροδεισίου συνῇρμαι τὴν πρὸς τὸν Σύρον συμβίωσιν καὶ ἀπέχω τὴν φερνὴν τὰ τοῦ χρυσίου μναιεῖα δώδεκα καὶ τὰ ἱμάτια ἐν συντιμήσει δραχμῶν ὀκτακοσίων καὶ παράφερνα πάντα καὶ ἀνακεκόμισμαι τὰ προσενεχθέντα μοι ὑπὸ τῆς μητρός μοι ὑπάρχοντα οὐ ἐπελεύσομαι ἐπʼ αὐτὸν περὶ οὐδενὸς μέρους οὐδὲ περὶ ὧν ἐπεγράφη μου κύριος ἐν τοῖς τῆς συμβιώσεως χρόνοις καθʼ ὁντινοῦν τρόπον καθὼς πρόκειται. Σύρος Δίου συνῇρμαι τὴν συνβίωσιν καὶ ἀπέσχον τὸ αἱροῦν τὸ τῶν προσόδων, ὧν μεμένηκε παρʼ ἐμοὶ μηνῶν καὶ οὐκ ἐπελεύσομαι περὶ ἄλλου οὐδενὸς καθὼς πρόκειται. αν…