Ancient Greek
Chrest.Mitt. 300
Documentary Papyri, Chrest.Mitt. 300
Not analysed yet
νι ὑπὲρ Ὀλυμπιανῆς θυγατρὸς Διονυσίου ἀπὸ πριμιπιλαρίων μετὰ Κάστορος κουράτορος βουλευτοῦ τῆς λαμπρᾶς Ἑρμοπολειτῶν πόλεως. ἔστιν ἀμφοῖν τοῖν γονέοιν ὀργανὴ ἡ βοηθουμένη. τοῦ οὖν κουράτορος αὐτῆς τοῦ προωνομασμένου Κάστορος ὑπὸ Βησαρίωνός τινος ἀπὸ βενεφικιαρίων τῆς σεμνῆς ταυτησὶ τάξεως ἀξιωθέντος ἐπὶ ἕδνοις τισὶν ὡς ἄγεσθαι βούλεσθαι τὴν παῖδα, ὁ μὲν κουράτωρ γνώμης γενομένης τῆς βοηθουμένης ἐπὶ συμφώνοις ἕδνοις ἀγράφως τὸν γάμον ἐδεξιάσατο, ἐξ ἑτοίμου δὲ μὴ ἔχων ὁ γῆμαι βουληθεὶς τὰ ἕδνα παρασχέσθαι γραμματῖον ἔθετο τῇ νῦν βοηθουμένῃ μετὰ τοῦ κουράτορος καὶ ᾤοντό γε κατὰ τὴν πίστιν τοῦ γραμματείου τὰ ἕδνα παρασχήσεσθαι, διὸ καὶ οἱ γάμοι συνήφθησαν. τούτων οὕτω πεπραγμένων καὶ τῆς συμβιώσεως κατὰ ταῦτα …κυας ἡρμοσμένης ὁμοῦ οὐκ εἰς μακράν, ἐπειδὴ τὰ ἕδνα ἀπαιτεῖσθαι πρός τε τοῦ κουράτορος καὶ αὐτῆς τῆς γημαμένης ἔμελλεν, οὐκ ἴσμεν ὃν τρόπον βουληθεὶς τὰ μὲν οὐκ ἀπεδίδου ἀνεχώρει δὲ ἀπὸ τῆς ἑστίας, τῆς ἐν ᾗ οἱ γάμοι ἐπετελέσθησαν, οὐ τὰ ἑαυτοῦ ἐπικομιζόμενος μόνον, ἀλλὰ καί τινα τῆς γημαμένης. ἐπεὶ τοίνυν τὸ μὲν ἕδνον οὐκ ἀποδέδωκεν, ἀλλʼ ἔτι καὶ νῦν χρεωστεῖ ἀλλʼ ὃ διήρπασεν τῆς παιδός ἔτι διακατέχει ἐν ἀργυρίῳ, καθʼ ἑαυτὴν δὲ ἐάσας διαιτᾶσθαι ᾤχετο ὡς ἑαυτὸν πέμπειν κατὰ τοὺς νόμους μετὰ τοῦ κουράτορος αὐτῇ ὑπαρχθῆναι ταῦτα ἀξιούσῃ· προηγουμένως μὲν αὐτῇ ἐγγράφως τὸ χρεωστούμενον ἕδνον ἀποδοθῆναι, ἔπειτα δὲ καὶ ἃ ἀπηνέγκατο …οντα αὐτὸν τῷ οἰκείῳ ἀποδοῦναι τόπῳ. τούτων γὰρ οὕτω πεπραγμένων εἰκότως καὶ ἡ τοῦ γάμου ἁρμονία τέλειος ἔσται.