Ancient Greek
Chrest.Mitt. 323
Documentary Papyri, Chrest.Mitt. 323
Not analysed yet
τῷ δεῖνι ἱερεῖ ἐνάρχῳ ἐξηγητῇ βουλευτῇ τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίας Τεχωσαρίου τῆς καὶ Ἰσιδώρας Παναρέτου τοῦ καὶ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως. αἰτοῦμαι… τῷ ἰδίῳ κινδύνῳ ἐπίτροπον τῶν ἀφηλίκων μου τέκνων …τῆς πατρικῆς αὐτῶν κληρονομίας Αὐρήλιον Ἀχιλλέα Θέωνος …αλειτο… τὸν πρὸς πατρὸς αὐτῶν θεῖον ὄντα εὔπορον …παρόντα καὶ εὐδοκοῦντα τῇ αἱρέσει τῆς ἐπιτροπῆς ἐπὶ τῷ αὐτὸν …η τῇ ἐμῇ διὰ τὸ ἀναγκαίως καὶ ἐμὲ εἶναι ἐπακολουθήτριαν …βιβλίδιον πρὸς τὸ τὰ τούτων ἑξῆς ἀκόλουθα γενέσθαι καὶ τὰ δίκαια αὐτῶν μὴ ἀπολέσθαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι. Αὐρηλία Τεχωσάριον ἡ και Ἰσιδώρα ἐπιδέδωκα Αὐρήλιος Σερῆνος ἐπιγέγραμμαι αὐτῆς κύριος αἰτηθεὶς καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Αὐρήλιος Ἀχιλλεὺς Θέωνος εὐδοκῶ …ς ὑπηρέτης διὰ Αὐρηλίου Ὠριγένους υἱοῦ ἐπήνεγκα. …ὑπηρέτης ἐπήνεγκα Ἁθὺρ γ.