Ancient Greek
Chrest.Mitt. 328
Documentary Papyri, Chrest.Mitt. 328
Not analysed yet
Σαραπίων Ἰσιδώρου τοῦ καὶ Πανᾶτος Ἀμμωνίου τοῦ καὶ Ἀθηνοδώρου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς Ἀντωνίῳ Τιβερείνῳ οὐετρανῷ χαίρειν. ἐπεὶ ἐπεγράψω κύριος τῆς ἐμῆς γυναικὸς περιλυούσης δάνειον μητρικὸν αὐτῆς κατὰ τὸν νόμον τῶν Ῥωμαίων τρίτου μέρους Ἀματίας Πρείσκας τῆς καὶ Λουκίας ἐντεῦθεν ἀνεύθυνόν σε ποιῶ διὰ τὸ αὐτὴν ἀπειληφέναι. ἔτους η Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων Παχὼν ιγ.