Ancient Greek
Chrest.Mitt. 363
Documentary Papyri, Chrest.Mitt. 363
Not analysed yet
ὑπατείας Φλαυίων Εὐχερίου τοῦ λαμπροτάτου καὶ Συαγρίου τοῦ λαμπροτάτου ἐπάρχου Τῦβι ε. Αὐρήλιοι Τεεὺς Παήσιος μητρὸς Θαήσιος ὡς ἐτῶν ξ, οὐλὴ γόνατι ἀριστερῷ ἀπὸ κώμης Ἄρεως τοῦ Ἑρμουπολείτου μετὰ συνεστῶτος οὗ ἑκοῦσα ἐμαυτῇ παρήνεγκα τοῦ καὶ γράφοντος ὑπὲρ ἐμοῦ μὴ εἰδυίης γράμματα Αὐρηλίου Προοῦτος Κουλῶτος κωμάρχου ἀπὸ τῆς αὐτῆς κώμης Ἄρεως καὶ Σιλβανὸς Πετήσιος υἱὸς τῆς προκειμένης Τεεῦτος ἑξῆς ὑπογράφων ἀποτακτικὸς ἀπὸ τῆς αὐτῆς κώμης Ἄρεως ἀλλήλοις χαίρειν. ἐπειδὴ ὁ μειζότερος υἱὸς ἐμοῦ τῆς προκειμένης Τεεῦτος τελευτῶν Παπνούθιος τὸ ὄνομα κατέλειψεν υἱὸν Παῆσιν τὴν προσηγορίαν ὡς ἐτῶν ι πλείω ἔλαττον, ἔδοξεν δὲ ὥστʼ ἐμὲ τὸν ἀδελφὸν αὐτοῦ Σιλβανὸν κατʼ εὐσεβίαν τοῦτον τὸν παῖδα ἔχειν καθʼ υἱοθεσίαν πρὸς τὸ δύνανσθαι ἀνατρέφεσθαι εὐγενῶς καὶ γνησίως, κατὰ τοῦτο ὁμολογοῦμεν ἐγὼ μὲν ἡ Τεεὺς παραδεδωκέναι σοὶ τῷ Σιλβανῷ τὸν μνημονευθέντα παῖδα πρὸς υἱοθεσίαν μετὰ τῆς πατρῴας αὐτοῦ κληρονομίας καὶ μητρῴας ἔν τε γηδίοις καὶ οἰκοπέδοις καὶ ἐνδομενικοῖς διαφόροις εἴδεσι πρὸς τὸ εἶναι σοῦ υἱὸν γνήσιον καὶ πρωτότοκον ὡς ἐξ ἰδίου αἵματος γεννηθέντα σοι, ἐγὼ δὲ ὁ Σιλβανὸς παρειληφέναι παρὰ σοῦ τῆς μητρός μου Τεεῦτος τὸν προκείμενον υἱὸν Παπνουθίου πρὸς υἱοθεσίαν ὅνπερ θρέψω καὶ ἱματιῶ εὐγενῶς καὶ γνησίως ὡς υἱὸν γνήσιον καὶ φυσικὸν ὡς ἐξ ἐμοῦ γενόμενον, παρειληφέναι δὲ καὶ τὰ πατρῷα αὐτοῦ πράγματα καὶ μητρῷα ἔν τε γηδίοις καὶ οἰκοπέδοις καὶ ἐνδομενικοῖς διαφόροις σκεύεσι ἐπὶ τῷ με ταῦτα αὐτῷ διαφυλάξαι καὶ ἀποκαταστῆσαι αὐτῷ ἐνήλικι γενομένῳ μετὰ καλῆς πίστεως, εἶναι δʼ αὐτὸν καὶ τῶν ἐμῶν πραγμάτων κληρονόμον υἱοθετηθέντα μοι ὡς προείρηται. ἡ υἱοθεσία κυρία δισσὴ γραφεῖσα ὁμοτύπως πρὸς τὸ παρʼ ἑκάστῳ ἡμῶν εἶναι μοναχὸν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρηλία Τεεὺς Παήσιος ἡ προκειμένη ἐθέμην τὴν υἱοθεσίαν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς ἐνγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Προοὺς Κουλῶτος κωμάρχης ὁ προκείμενος συνέστην αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. Αὐρήλιος Σιλβανὸς Πετήσιος ὁ προκείμενος ἀποτατικὸς ἐθέμην τὴν υἱοθεσίαν καὶ παρείληφα τὴν πατρῴαν αὐτοῦ κληρονομίαν καὶ μητρῴαν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. διʼ ἐμοῦ Φιλοσαράπιδος ἐγράφη.