Ancient Greek
Chrest.Mitt. 5
Documentary Papyri, Chrest.Mitt. 5
Not analysed yet
Νικάνορι ἐπιμελητῆι. πολλάκις σοι γέγραφα, διότι καταδεδυναστεύομαι ἐν τῆι φυλακῆι λιμῶι παραπολλύμενος, μῆνές εἰσιν δέκα ,παραν…με ἀδίκως ἀπηγμένον, οὗ ἕνεκεν ἐπιμελητὴς ηι… ὅπως ἂν τὸ δίκαιον πᾶσι γένηται τοῖς ἐν τῆι χώραι διὰ σοῦ. ὑπάρχοντος γὰρ ἐν τῶι διαγράμματι· ἐὰν δέ τινες τοῖς ἐν Ἀλεξανδρείαι ἢ ἐν τῆι χώραι …ἀρχείοις ἢ τοῖς τούτων ὑπηρέταις ἢ τοῖς ἄλλοις τοῖς πραγματευομένοις τι τῶν βασιλικῶν ἐνκαλέσωσιν, τὸ δίκαιον δώσουσιν καὶ λήμψονται ἐπὶ τῶν ἀποδεδειγμένων ἐπισκόπων, οἷς ἂν ὁ διοικητὴς συντάσσηι ἢ δεήσει συντελεῖσθαι τὰ κατὰ τὸ κρίμα. ἐὰν δὲ ἦι κρίμα ἃ πρὸς Δημήτρίον καὶ Ἀπολλώνιον συνγέγραφα ἐπὶ Διονυσιοδώρου τοῦ ἐπιμελητεύσαντος περὶ τῶν αὐτῶν …ἔκρινεν γράφειν με καὶ …ἔδωκαν τοῖς χρηματισταῖς περὶ τῶν αὐτῶν. τῆς Διοφανοῦς οὖν ἀκριβείας ἕνεκεν ἀπήχθην. ἀξιῶ σε δεόμενος μή με ἀπολέσηι τῶι λιμῶι ἐν τῆι φυλακῆι, ἀλλὰ γράψαι τῶι διοικητῆι περὶ τούτων ἢ ἀποστέλλειν με ἐπʼ αὐτὸν …ς ἵνα τῆς σωτηρίας τύχω.