Ancient Greek
Chrest.Mitt. 6
Documentary Papyri, Chrest.Mitt. 6
Not analysed yet
Διονυσοδώρωι οἰκονόμωι τῆς Ἡρακλείδου μερίδος παρὰ Ἀπολλωνίου τοῦ Θέωνος ἐκ Πτολεμαίδος τῆς νέας. ἀδικοῦμαι ὑπὸ Κότυος τοῦ Εὐήνου γναφέως τῆς προγεγραμμένης κώμης. τοῦ γὰρ β ἔτους μηνὸς Μεσορὴ κα λοιδορίας μοι γενομένης πρὸς αὐτὸν Κότυς πληγάς μοι ἐνέβαλεν καὶ πλείους εἴς τε τὸ πρόσωπον καὶ εἰς τὸ σῶμά μου διὰ τὸ ὑπερισχύειν αὐτόν με κα… καταφρονήσας διὰ τὸ ὑποτελῆ εἶναι αὐτὸν καὶ μὴ δύνασθαί με λαβεῖν παρʼ αὐτοῦ τὸ δίκαιον διὰ τοῦ δικαστηρίου. ἀξιῶ σε, ἐὰν φαίνηται, ἀνακαλέσαμενον …