Ancient Greek
Chrest.Mitt. 87
Documentary Papyri, Chrest.Mitt. 87
Not analysed yet
καὶ τὸ τελευταῖον Νεοκύδους τοῦ κρατίστου ἐντειλαμένου τῷ στρατηγῷ ὅρον ἐπιθεῖναι τῷ πράγματι οὐδὲ …δ απο οὕτως ἀπηρτίσθη καὶ ἐπὶ τέλει, ἱκανὸν δοὺς προσκαρτερεῖν ως λόγος τῷ Νεοκύδει, ἐστρατεύσατο, καὶ διὰ τοῦτο ἔγραψεν Οὐεργιλλιανῷ τῷ στρατοπεδάρχῃ πέμψαι αὐτὸν ἐπὶ τὴν κρίσιν καὶ μαθὼν, ὅτι λογοθέται ἐδόθησαν οἷς τοὺς λόγους ἡ μήτηρ τῶν παιδίων παρέσχεν, αὐτὸς ἔγραψεν τῷ στρατηγῷ, ἐπαναγκάσαι τοὺς λογοθέτας, ἤδη ποτε τὸ πρᾶγμα ἀπαρτίσαι. Ἰουλιανὸς εἶπεν · πῶς δύναται στρατευομένου τούτου τὸ πρᾶγμα ἐπὶ τοὺς τόπους ἀναπεμφθῆναι; Καλλίνεικος· ὃ βούλει κέλευσον γενέσθαι. Ἰουλιανὸς· ἐνθάδε δύναται τὸ πρᾶγμα πέρας ἔχειν· ἕλεσθε τίνα βούλεσθε μεσίτην …οεντιου ἑλομένου Δόμνον τὸν ἐξηγητεύσαντα καὶ Ἀγριππείνου συνκαταθεμένου, Ἰουλιανὸς εἶπεν· Δόμνος καὶ μεσιτεύσει ὑμῶν καὶ κρινεῖ καὶ ἐντὸς δεκάπεντε ἡμερῶν ἀπαρτισθήτω τὸ ζήτημα· διαλέξομαι …αι ἔστιν δὲ τὰ ὀφειλόμενα· ἐδανείσατο Οὐαλέριος Ἀπολινάριος παρὰ τοῦ μετηλλαχότος μου πατρὸς Ἰουλίου Ἀγριππείνου καθʼ ὑποθήκας τετελειωμένας διὰ τοῦ ἐν Κόπτῳ γραφείου τῷ β ἔτει θεοῦ Ἁδριανοῦ μιᾷ μὲν Ἁθὺρ ἐπὶ ὑποθήκῃ μητρικῶν αὐτοῦ Τασουχαρίου τῆς Σωκράτους πρότερον Μάρωνος Τίλλωνος ἐλαιῶνος ἀρουρῶν ε 𐅵περὶ Ψεναρσενῆσιν πεδίου Καρανίδος κεφαλαίου ἀργυρίου τάλαντον α δραχμὰς Βχ, ἄλλης δὲ Μεχεὶρ ἐπὶ ὑποθήκῃ τοῦ ὑπάρχοντος αὐτῷ μέρους ἡμίσους ἀπὸ πατρικοῦ ἐλαιῶνος ἀρουρῶν ε 𐅵,ὅ ἐστιν ἀρουρῶν β 𐅷ἐν πεδίῳ Ψεναρσενήσεως κώμης Καρανίδος πρὸς ἀργυρίου κεφαλαίου τάλαντον α δραχμὰς ω καὶ ἄλλης ἐπὶ ὑποθήκῃ ἐλαιῶνος ἀρουρῶν δ περὶ Καρανίδα καὶ Κερκεσοῦχα ἀργυρίου κεφαλαίου τάλαντον α δραχμὰς Β ἐξ ὧν ἀπέδωκεν τῷ δ ἔτει Φαμενὼθ δραχμὰς Δ γίνονται τῆς ὑποθήκης κεφαλαίου δραχμαὶ Δ ἐπὶ ταῖς λοιπαῖς ἀρούραις β γίνονται ἐπὶ τὸ αὐτὸ ὑποθηκῶν κεφαλαίου τάλαντα γ δραχμαὶ Αυ ἐπὶ ταῖς ἐπὶ τὸ αὐτὸ προκειμέναις ἐλαιῶνος ἀρούραις ι δ καὶ ὁμοίως ἐδανείσατο ὁ αὐτὸς κατὰ διαγραφὴν τῆς ἐν Χηνοβοσκίοις Μάρκου Λονγεινίου τοῦ καὶ Σαραπίωνος τραπέζης ἀργυρίου τάλαντον α δραχμὰς Αυ γίνονται ἐπὶ τὸ αὐτὸ ὀφειλόμενα τάλαντα δ δραχμαὶ Βω.