Ancient Greek
88.i.1 to 88.iii.9
Documentary Papyri, Chrest.Mitt. 88.i.1-88.iii.9
Not analysed yet
ὁ κράτιστος διοικητὴς Ἰουλιανὸς ὁ διέπων τὰ κατὰ τὴν δικαιοδοσίαν ἠθέλησεν σὲ μεσίτην ἡμῶν καὶ κριτὴν γενέσθαι περὶ ὧν ἔχομεν πρὸς τοὺς ἀντιτεταγμένους. ἦν δʼ ἡμῶν τὸ πρᾶγμα· ὁ πατήρ μου Ἰούλιος Ἀγριππιανὸς δανειστὴς ἐγένετο ἀνδρὸς μὲν τῆς ἀντιτεταγμένης ἀρτίως Δρουσίλλας πατρὸς δὲ …δεντίου Φιλίππου τούτου καὶ ἀφήλικος ἀδελφοῦ αὐτοῦ ἔτι ἀπὸ τοῦ ιγ ἔτους θεοῦ Ἁδριανοῦ, καὶ ὡς οὐκ ἀπελάμβανε τὰ ὀφειλόμενα ἐχρήσατο ἐπὶ περιόντος αὐτοῦ τοῖς νομίμοις μεσεγγύου ἀντειπόντος. μεταλλάξαντος δὲ αὖ τοῦ ἐξ ἀντιδικίας ἡ γυνὴ αὐτοῦ οὖσα Δρουσίλλα προδικοῦσα τῶν τούτου τέκνων Φιλίππου τε τοῦ ἐξ ἀντιδικίας καὶ τοῦ ἀφήλικος τότε οὐδέπω ὄντων τῶν ἐτῶν ἠμφισβήτησεν πρὸς τὸν πατέρα πρὸς Ἀσκληπιάδην γενόμενον …,μετερχομένη μὲν προῖκα π…ν ὀφείλεσθαι ἑαυτῇ ὑπὸ τοῦ Ἀπολιναρίου, βοηθοῦσα δὲ καὶ τοῖς ἀφήλιξι καὶ προφερομένη εἶναι αὐτοὺς τοῦ πατρὸς κληρονόμους, μεμφομένη δὲ τοὺς κατασταθέντας αὐτῶν τῆς ὀρφανείας ἐπιτρόπους ὑπὸ τοῦ πατρὸς αὐτῶν ἀπὸ διαθήκης Γέμελλον καὶ Σεμπρώνιον …ὡς ἀμελήσαντας τῶν τοῖς ἀφήλιξι διαφερόντων. καὶ ἠθέλησεν ὁ Ἀσκληπιάδης τοὺς ἐπιτρόπους παρεῖναι, τὸν δὲ πατέρα μου μηδὲν κατὰ τῶν ὑπαρχόντων οἰκονομεῖν Γέμελλον ἐνέτυχεν ἡ Δρουσίλλα Ἰουλίῳ Μαξιμιανῷ τῷ γενομένῳ δικαιοδότῃ, καὶ ἔγραψεν ἐπιστολὴν Κερεάλι γενομένῳ στρατηγῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου ἐπιλαβόντα τοὺς ὑπομνηματισμοὺς αὐτοὺς ἐξετάσαι καὶ ἀναπέμψαι τὰ ἐνφερόμενα πρόσωπα. καὶ μετὰ ταῦτα ὁ αὐτὸς Μαξιμιανὸς ὁμοίως καταστάσεως ἐπʼ αὐτοῦ γενομένης τῇ Δρουσίλλᾳ πρός τε τὸν Γέμελλον καὶ Σαβεῖνον καὶ πρὸς τὸν πατέρα μου, καὶ τῆς Δρουσίλλας μεμφομένης τοὺς ἐπιτρόπους ἀπέφηνεν ὁ Μαξιμιανὸς …οὕτως· γράψω τῷ τοῦ νομοῦ στρατηγῷ ἵνα τοῖς παιδίοις δύο ἐπίτροποι ἀποκατασταθῶσι εἴ τινες προσ…αρουσι τὰς ὑποθέσεις ἐπιγνο…ν τοῦ τετελευτηκότος καὶ …ειτ…ει κατʼ ἐκεῖνον τὸν χρόνον μεθʼ ὃν τέθνηκεν εἰς τὸν ὑμέτερον κίνδυνον ἀναφέρεσθαι καὶ ὑμᾶς ἐνέχεσθαι τῇ ζημίᾳ. οἱ αὐτοὶ ἐπίτροποι ἐροῦσι καὶ πρὸς τὸν δανειστὴν …α δὲ μὲν ἄλλα πράγματα τά τε πρὸς τοὺς ἐπιτρόπους καὶ τὸν δανειστὴν καθέξω ἵνα ᾖ τὰ ὑμῶν …α μέχρι ἂν οὗ ἐξετασθῆ μέχρι προκρίματος ὁμοίως καὶ τε…ηται ἐμμενεῖ ἃ δοκεῖ ὁ δανειστὴς ἐξῳκονομηκέναι, ἵνα ἐὰν μὲν ἀποδειχθῇ δανειστὴς εἶναι, μείνῃ αὐτῷ τὰ νόμιμα, ἐὰν δὲ μὴ ἀποδειχθῇ καὶ εἴ τι ἔλαβεν μὴ δεόντως ᾠκονομήσας τοῦτο διπλοῦν ἀποδῷ. οἱ δὲ αὐτοὶ ἐπίτροποι ἐροῦσι καὶ πρὸς τὴν γυναῖκαν περὶ τῆς προικὸς. χειροτονηθήσονται