Ancient Greek
93.1 to 93.20
Documentary Papyri, Chrest.Mitt. 93.1-20
Not analysed yet
ἔτους …Φαρμοῦθι κη ἐν Ἀντινόου πόλει πρὸ βήματος. Ἀμμόνιος ῥήτωρ εἶπε· Δημητρία ἡ καὶ Ἀνουβάριον συνεστῶτος αὐτῃ Ἑρμείου ἐντυγχάνει, κέλευσον κληθῆναι Ἀρητοῦν τὴν καὶ Ἡρωνοῦν. κληθείσης καὶ ὑπακουσάσης Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐν τούτῳ παρέστω Πείσων ἐξηγητεύσας καὶ Δίδυμος καὶ …ἀνθʼ οὗ Ἀμμώνιος καὶ Ἀμέριμνος καὶ οἱ σὺν αὐτοῖς. κληθέντων καὶ Πείσωνος καὶ Διδύμου ὑπακουσάντων Ἀμμωνίου ἀρχομένου λέγειν. Ἀντωνῖνος ῥήτωρ εἶπεν· ἡ Ἀρητοῦς τὰ βιβλία αὐτῆς ἐνθάδε οὐκ ἔχει. Ὡριγένης νεώτερος ῥήτωρ εἶπεν· αἰτοῦμεν δοθῆναι ἡμῖν ἡμέραν πρὸς παρασκευὴν τῆς δίκης. Ἀμμώνιος ῥήτωρ εἶπεν· οὐ δεῖ μοι βιβλίων εἰς τὴν παροῦσαν δίκην, ὁ γὰρ ἔλεγχος δεικνύσει …ἔκ τε μαρτύρων καὶ τῶν πεπραγμένων αὐτῶν ὑπὸ τῆς ἀντιδίκου, ὥστε οὐκ ἂν ἔχοι ἀναθέσθαι τὴν δίκην εἰς ἑτέραν ἡμέραν. περὶ δὲ οὗ δικάζομαι, διὰ βραχέων σε διδάξω. ἔδει μὲν γὰρ τὴν διʼ ἐναντίας, τηθίδα καθεστηκυῖαν καὶ τῇ τάξει μητρὸς τῇ ἡμετέρᾳ ὑπάρχουσαν, εἰ καί τις ἠδίκει αὐτήν, ἔτι μᾶλλον διαγωνίσασθαι καὶ ἐκδικῆσαι τὰ τῆς παιδός, ἡ δὲ μὴ τηροῦσα …τηθὶς γάρ ἐστιν καὶ ἀδελφὴ πατρός, περιγράφει καὶ ἀποσπᾶ. τὸν δὲ τρόπον ἐρῶ· Ἥρων Ἀντωνᾶτος ὁ πάππος ὁ κατὰ πατέρα τῷ πατρὶ τῆς ἡμετέρας, ἡνίκα ἐτελεύτα, διαθήκας ἔγραψεν δωδεκάτου μέρους τῶν ὑπαρχόντων, τὴν δὲ διʼ ἐναντίας, τὴν θυγατέρα, 𐅵γ ιβ κληρονόμον ἐποίησε, καὶ κατὰ τὰς διαθήκας παρόντων τῶν μαρτύρων ἀνδρῶν ἀξιολόγων ἐπέσκηψεν, ὥστε, ἡνίκα ἂν ἡ υἱδῆ, τοῦτʼ ἔστιν ἡ ἡμετέρα, γαμηθῇ ἀνδρί, ἢ καταγράψαι τὴν διʼ ἐναντίας τὸ τρίτον δωδέκατον τῶν ὑπαρχόντων ἢ ἀποδοῦναι αὐτῇ δύο τάλαντα. καὶ οὐ μόνον ἐπέσκηψε ταῦτα, ἀλλὰ καὶ ἠνάγκασεν τὴν διʼ ἐναντίας, παρακαταθέσθαι τὰ δύο τάλαντα παρὰ κοινῷ μεσίτῃ Κολλούθῳ, ἔστʼ ἂν ἢ καταγράψῃ τὰ ὑπάρχοντα, τοῦτʼ ἔστιν τὸ τρίτον δωδέκατον, ἢ ἀποδῷ τὰ δύο τάλαντα. ἦν μὲν δὲ τὰ δύο τάλαντα παρὰ τῷ Κολλούθῳ. μετὰ δὲ ταῦτα ἀνδρὶ ὡς ἡ ἡμετέρα ἐγαμήθη, προσῄει ἀξιοῦσα ὥστε ἀπολαβεῖν ἢ τὰ ὑπάρχοντα ἢ τὰ δύο τάλαντα. ἀγνωμονούσης τῆς διʼ ἐναντίας …Ἀννιανῷ τῷ ἡγεμονεύσαντι ἡ ἡμετέρα βιβλίδιον ἐπέδωκεν, ἐπητιαται περὶ τούτων αὐτῶν, ἀνεπέμφθη εἰς τὴν ἐπιστρατηγίαν, δεῖ γὰρ τὰ ἀληθῆ λέγειν, προσῆλθεν κατὰ τὴν ὑπογραφὴν τῆς ἡγεμονίας τῷ ἐπιστρατήγῳ, πα… …ελη ὁ Κολλοῦθος. μετὰ ταῦτα γέγονεν α… τῷ ἀνδρὶ καὶ τῇ παιδί. ὅθεν μεταξὺ γεγένηται χρόνος πολὺς ……αθεις. πάρεισιν οἱ μεσῖται. ἀξιοῦμεν ἢ καταγραφῆναι τὸ τρίτον δωδέκατον τῶν ὑπαρχόντων ἢ τὰ δύο τάλαντα ἀποδοθῆναι. Σαραπίων