Ancient Greek
93.21 to 93.2.41
Documentary Papyri, Chrest.Mitt. 93.21-93.2.41
Not analysed yet
ῥήτωρ προσέθηκεν· ἡ μὲν ἀναπομπὴ τῆς δίκης γέγονεν ἀπὸ τῆς ἡγεμονίας, δεῖται δὲ σοῦ τῆς συν… …αι δὲ ταῦτα· καλῶς αὐτῇ ὁ πατὴρ διετάξατο ἀπολαβεῖν, γέγονεν γὰρ δύο παίδων πατὴρ Ἥρων Ἀντωνᾶτος τοῦ τε πατρὸς τῆς συναγορευομένης καὶ τῆς ἀντιδίκου, ἀποθνήσκων δὲ καταλέλοιπεν ἐν ταῖς διαθήκαις τοῦ μὲν δωδεκάτου τῶν ὑπαρχόντων μέρους κληρονόμον τὸν πατέρα τῆς ἡμετέρας, τοῦ δὲ ἡμίσους τρίτου δωδεκάτου τὴν ἀντίδικον, καὶ τῇ διʼ ἐναντίας ἐκέλευσε, ἐπειδὰν γαμηθῇ ἀνδρὶ ἡ παῖς, δοῦναι μὲν τρίτον δωδέκατον τῶν παρʼ αὐτῇ ὑπαρχόντων τῇ παιδί, μεταξὺ δὲ παρακαταθέσθαι παρὰ Κολλούθῳ δύο τάλαντα, ἵνʼ, εἰ αὐτῷ ἐχ…η ταῦτα ἀντὶ τῶν ὑπαρχόντων, ἔχοι…, ὥστε ἢ τὰ δύο τάλαντα ἢ τὸ τρίτον δωδέκατον τῶν ὑπαρχόντων ἀπολαβεῖν τὴν παῖδα. ταῦτα μὲν ἔστι …ειν, …αγραφ… παρὰ τῷ Κολλούθῳ. καὶ ἐς ὅσον μὲν ἐκεῖνος περιῆν, η῏ν τὰ δίκαια πρὸς τῇ παιδὶ …ω… τῶν δύο ταλάντων παρʼ ἐκείνῳ κατακειμένων. ἔπειτα ἐτελεύτησεν μὲν ὁ Κολλοῦθος, κληρονόμοι δὲ αὐτοῦ ……μὴ ἀκριβῶς τὸ πρᾶγμα εἰδότες. μάρτυρες εἰσιν κληθέντες, ἐὰν ἔξαρνοι γένωνται, ……παρὼν Πείσων, ἔστιν δὲ καὶ Δίδυμος, οἵτινες δύνανται ἐκείνους ἐλέγξαι. ὁ Παᾶπις ἡμᾶς ……αι μὴ ἀποδιδῷ. τῆς μὲν παιδὸς ἤδη γεγαμημένης κατὰ τὰς εὐχὰς τοῦ πάππου τοῦ δὲ καιροῦ κατεπείγοντος …ν τὰ γραφέντα ὑπὸ τοῦ τελευτήσαντος. Ὡριγένης νεώτερος ῥήτωρ εἶπεν· εἰ θέλεις …,ἄκουσον τῆς ἡμετέρας τῇ ἑξῆς δικασίμῳ, βιβλίων γὰρ χρείαν ἔχει. Ἑρμανοῦβις αὐτῷ εἶπε· βιβλίων οὐκ ἔχει χρείαν ……Ὡριγένης νεώτερος ῥήτωρ εἶπε· χρεία ἐστὶν βιβλίων, ἵνα διδάσκωμεν. Ἑρμανοῦβις αὐτῷ εἶπεν· ……ον διʼ ἑρμηνέως Ἀμμώνιον καὶ Ἀντωνῖνον καὶ Σαραπίωνα καὶ Ὡριγένην …Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐμὲ οὐδέποτε κατήχησεν. Ἑρμανοῦβις Ἀρητοῦτι εἶπεν· σήμερον τίνα ἐδίδαξας; ἀπεκρίνατο· ἐπὶ τοῦ πορθμίου εὑρήκασίν με. Ἑρμανοῦβις Πείσωνι εἶπεν· ὡς πρεσβύτης καὶ πίστεως ἄξιος εἰπὲ ἃ οἶδας ἐν τῷ πράγματι, μηδενὶ κεχαρισμένον ποιῶν. Πείσων εἶπε· πρὸ πολλοῦ χρόνου μεταξὺ Κολλούθου τούτου τοῦ ὑποβληθέντος γέγονεν ἄγραφος μεσιτεία, οὐ μνημονεύω δέ, τί ἐν τῇ μεσιτείᾳ ἐγένετο, πρεσβύτης ἄνθρωπός εἰμι, οὐκ ἐνιαυτὸς διαγέγονεν οὐδὲ δύο οὐδὲ τρεῖς .