Ancient Greek
Chrest.Mitt. 95
Documentary Papyri, Chrest.Mitt. 95
Not analysed yet
ὑπὲρ Σαλλουστίας …καὶ Ὡρίωνος προνοητοῦ. πολλὴν κατὰ τὸν Ἑρμοπολίτην κέκτηνται γῆν καὶ τοσαύτην ὅσην …συνελθόντες ἐπιδείξωσιν ἑαυτοὺς κεκτῆσθαι δεῖται τὴν …στ…α καὶ πολλῶν τῶν …κηδεμονίας τινάς, οἳ προνοήσονται αὐτῆς. ἀδύνατος γάρ ἐστιν ἡ γυνὴ διὰ ἀσθένειαν τῆς φύσεως …τελει. ἐκέλευσας οὖν καὶ πρότερον σὺ ὁ ἐμὸς δεσπότης, μηδαμῶς ἐφάπτεσθαί τινας τῶν ταύτης φροντιστῶν, ἐπειδὴ …μηδαμῶς ἔχουσα τοὺς βοηθούς, ὁπόσους τὸ πλῆθος τῆς οὐσίας ἀπαιτεῖ. ὁ τοίνυν πρώην πρόεδρος Πετερμούθει τῷ καὶ Δίῳ ἐπεβούλευσε βοηθῷ αὐτῆς οὔτε βουλεύοντι οὔτε πατροβούλῳ καθεστηκότι. διὰ τοῦτο δεῖται τῆς σῆς ἀρετῆς καὶ ἐκεῖνος ἀφεῖσθαι …κατὰ τὰ πρότερον ὑπό σου ἀποφανθέντα μηδαμῶς ἐπηρεάζεσθαι εἰς τί αὐτῷ ὁ πρόεδρος ἐπεβούλευσεν; respondit ἠθέλησεν αὐτὸν ἐπιμελητὴν κριθῆς γείνεσθαι. τὸν μὴ βουλεύοντα; respondit τὸν μὴ βουλεύοντα. οὐ δυνήσεται. respondit τοὺς λοιποὺς βοηθοὺς τὸ ἀνεπηρέαστον ἔχειν κέλευσον ἐάν τινες ἐνοχλῆσαι ἐθελήσουσιν τοῖς γεωργοῦσιν ἢ βοηθοῦσιν περὶ τὴν διοίκησιν, …ἄλλα πρότερον ἐμοὶ ἐντεύξονται. ἀπαγαγόντες γάρ τινας τῆς ἀναγκαίας διοικήσεως προστιμηθῆναι ἑαυτοὺς ποιήσουσιν… φορας. ἕτερον οὖν ὀνομασθῆναι ἀντὶ Δίου καὶ τὴν κατʼ ἐκείνου παυσθῆναι ἐνόχλησιν προνόησον εἰ τυγχάνει γεωργικῶ ισ…νηρημε…αρο…ν ἢ ἄλλως δημόσιος καθέστηκεν καὶ φι… πρὸς ἀρχὴν ὠνόμασται. ὁ γὰρ μὴ βουλεύων τοιαύτην λειτουργίαν ὑφίστασθαι οὐ δύναται. γῆν ἐκ πολλοῦ γεωργεῖ, ἐκ πατρὸς γῆν ἄδειαν παραλαβὼν ἢ ἄλλως ἐκληρονόμησεν· ἐπεὶ τοίνυν καὶ ἀπὸ τῶν ὁριοδείκτων …συντελεῖ δὲ καὶ σήμερον ὑπὲρ αὐτῆς, διὰ τοῦτο δεῖται τῆς σῆς ἀρετῆς καὶ τὴν γῆν παραλαβεῖν καὶ τοὺς φόρους τ… τίνα βούλεται δικαστὴν. P τὸν πραιπόσιτον τοῦ πάγου τὸν καὶ ἀπαιτοῦντα τὰ δημόσια. ὁ πραιπόσιτος τοῦ πάγου μεταξὺ αὐτῶν διαλήμψεται τοῦ δικαίου π…