Ancient Greek
93.2.41 to 93.2.51
Documentary Papyri, Chrest.Mitt. 93.2.41-51
Not analysed yet
Ἑρμανοῦβις αὐτῳ εἶπεν· οὐ μέμνησαι οὖν; ἀπεκρίνατο· οὐ. Ἑρμανοῦβις Διδύμῳ εἶπε· καὶ σὺ τί λέγεις; ἀπεκρίνατο· καὶ ἐγὼ τὸ αὐτὸ λέγω, πολὺς χρόνος διαγέγονεν, οὐ μέμνημαι. Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐν ᾧ μέντοι ὡμολόγησαν μεσιτείαν γεγενῆσθαι, ὁμολογοῦσιν τὰς γενομένας συνθήκας. Ὡριγένης νεώτερος ῥήτωρ εἶπε· δὸς ἡμῖν ἡμέραν. Σαραπίων ῥήτωρ εἶπεν· ἀναγιγνώσκω πῶς ἡμεῖς μεταδεδώκαμεν. ἀναγνόντος οὕτως· ἐξ ἐνκελεύσεως τοῦ κρατίστου ἐπιστρατήγου Κλαυδίου Κλεογένους ἐπακολουθοῦντος Αὐρηλίου Πτολεμαίου ὑπηρέτου τῆς ἐπιτροπῆς Αὐρηλία Δημητρία ἡ καὶ Ἀνουβάριον ἀστὴ μεταδίδωμι Αὐρηλίῳ Κολλούθῳ καὶ ὡς χρηματίζει περὶ ταλάντων δύο ,παρʼ ᾧ ἐστὶν ἐν μεσεγγυήματι. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαρμοῦθι κη. Αὐρήλιος Κολλοῦθος μετέλαβον τὸ τούτου ἴσον διʼ ἐμοῦ τοῦ υἱοῦ Νεικαντινόου. μετὰ τὴν ἀνάγνωσιν Ὡριγένης νεώτερος ῥήτωρ εἶπεν· ἡμῖν νῦν μεταδότω. Ἑρμανοῦβις αὐτῷ εἶπε· μετάλαβε καὶ τῇ ἑξῆς δικασίμῳ ἀκούσομαι. καὶ προσέθηκεν· ἐὰν κληθεῖσα ἡ γυνὴ μὴ ὑπακούσῃ, ἀποφανοῦμαι ὡσεὰν κινηθῶ. Ἀμμώνιος ῥήτωρ εἶπε· παρὰ στρατιώτῃ μεινάτωσαν, μόγις ἤχθησαν. Ἀντωνῖνος ῥήτωρ εἶπεν· ἱκανὸν διδόασιν. Ἑρμανοῦβις εἶπεν· ἱκανὰ παρασχέτωσαν.