Ancient Greek
Chrest.Wilck. 102
Documentary Papyri, Chrest.Wilck. 102
Not analysed yet
Ἁρποκρατίωνι τῶι καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Παλήμεως Ἁτρείους καὶ Εὑρήμονος Χράτου τῶν β πρεσβυτέρων παστοφόρων ἱεροῦ λογίμου τῆς ἐπὶ κώμης Νάβλας Ἴσιδος Ναναίας καὶ Σεράπιδος καὶ Ἁρποκράτου καὶ Σούχου θεῶν μεγίστων καὶ τῶν συννάων θεῶν ἀπολυσίμων τῆς λαογραφίας καὶ τῶν ἄλλων τελεσμάτων πάντων καὶ ἀσύλων. γραφὴ παστοφόρων καὶ χειρισμοῦ τοῦ ἐνεστῶτος α ἔτους Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Καίσαρος τοῦ κυρίου.