Ancient Greek
Chrest.Wilck. 110
Documentary Papyri, Chrest.Wilck. 110
Not analysed yet
Θεότιμος Εὔφρονος …ὄμνυμι βασιλέα Πτολεμαῖον τὸν ἐκ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σαρᾶπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας ταύτην τὴν ὑποθήκην ἣν ὑποτέθεικα πρὸς τάλαντα δύο εἶναι ἐμὴν καθαρὰν καὶ μὴ ὑποκεῖσθαι πρὸς ἄλλο μηθὲν ἀλλʼ ἢ τὴν προγεγραμμένην ἐγγύην. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία. Θεότιμος Εὔφρονος Θρᾶιξ τῶν οὔπω ὑπὸ ἱππάρχην ὀγδοηκοντάρουρος ὁμολογῶ ἐγγυᾶσθαι εἰς ἔκτισιν Φίλιππον τὸν ἐξειληφότα τὴν ἀπόμοιραν εἰς τὸ δεύτερον ἔτος τῶν περὶ Φιλαδελφέαν τόπων ἀμπελώνων καὶ παραδείσων ταλάντου ἑνὸς καὶ δραχμῶν τρισχιλίων καὶ τὸν αὐτὸν εἰς τὴν ἔγληψιν τῶν περὶ Βουβάστον ἀμπελώνων καὶ παραδείσων δραχμῶν τρισχιλίων ὥστε εἶναι τὸ πᾶν τάλαντα β, πρὸς ἃ ὑποτίθημι τὴν ὑπάρχουσάν μοι οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκύροντα ἐν Εὐεργέτιδι καὶ ὀμώμοκα τὸν γεγραμμένον ὅρκον βασιλικὸν κατὰ τὸ σύνβολον τοῦτο.