Ancient Greek
Chrest.Wilck. 111
Documentary Papyri, Chrest.Wilck. 111
Not analysed yet
ἀντίγραφον χειρογραφίας. ἔτους λε Καίσαρος Παχὼν β. ὄμνυμι Καίσαρα Αὐτοκράτορα θεοῦ υἱὸν Δία Ἐλευθέριον Σεβαστὸν Ἡρακλείδης Πανίσκου Μακεδὼν τῶν κατοίκων Ἀρείωι Ἡρώδου Μακεδόνι τῶν κατοίκων εἶ μὴν ἐνμενεῖν ἐν πᾶσι τοῖς κατὰ τὴν συνγραφὴν τῆς ὁμολογίας, ἣν συνγέγραμμαί σοι τῇ ἐνεστώσῃ ἡμέρᾳ ὑπὲρ τοῦ παρακεχωρηκέναι σοι καὶ τοῖς ἐκγόνοις σου ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον ἐμαυτῶι ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον τοῦ τρίτου μέρους κοινοῦ καὶ ἀδιαιρέτου κλήρου κατοικικοῦ ἀρουρῶν μ ἢ ὅσων ἐὰν ᾖ ἐπὶ τὸ πλέον καὶ τῶν συνκυρόντων πάντων ἐν τρισὶ σφραγῖσι περὶ Ἡρακλείαν τῆς Θεμίστου μερίδος, ὧν γείτονες τοῦ ὅλου …πάσῃ. …