Ancient Greek
Chrest.Wilck. 110 a
Documentary Papyri, Chrest.Wilck. 110A
Not analysed yet
ὅρκος, ὃν δεῖ ὀμόσαι Ἡρακλείδην Λευκίου Κεφάλωνι Περιγένου ἐπὶ τοῦ Χεσεβαιήου τῇ κδ τοῦ Ἁθὺρ τὸ ἔτος η· νὴ τοῦτον τὸν Ἡρακλῆ καὶ τοὺς συννάους θεοὺς εἶ μὴν ἅτε διενεχθέντες πρὸς ἑαυτοὺς ἐπὶ τοῦ δρόμου τοῦ Ἀπολλωνιήου τῇ β τοῦ αὐτοῦ μηνὸς τὰς συνθήκας ἐδώκαμεν Περιγένῃ τῶι γραμματεῖ, διότι ἐὰν τελευτήσῃ ὁ πατήρ μου, εἰσάξω τὸν ἐμαυτοῦ υἱὸν εἰς τὴν σύνοδον. περὶ δὲ ἑτέρου τινος πράγματος ὅρος οὐθεὶς γέγονεν. οὐθὲν ψεῦδος ἐν τῷ ὅρκῳ ἐστίν. ὀμόσαντος δὲ αὐτοῦ ἐκτίνειν Κεφάλωνα τῷ κοινῷ οἴνου κεράμιον α παραχρῆμα, μὴ ὀμόσαντος δὲ τοῦ Ἡρακλείδου ἐκτίνειν αὐτὸν τὸ κεράμιον. διωρκίσθη ἄλλος ὅρκος.