Ancient Greek
Chrest.Wilck. 145
Documentary Papyri, Chrest.Wilck. 145
Not analysed yet
Ἑρμαίσκωι …ι τοῦ Ἑρμοπολίτου παρὰ Ἑρμαίου τοῦ Ὡρίωνος μητρὸς Δημητρίας τῆς καὶ Τερεῦτος τῶν τὸ ε ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ ἐφηβευκότων. τὸν υἱόν μου Εὐδαίμονα νεώτερον μητρὸς Εὐδαιμονίδος Ἑρμοπολειτίδος ἐκ πατρὸς Πλουτογένους τοῦ καὶ Τιθοήους τοῦ Μητροδώρου ὥραν ἔχοντα τῆς εἰς τοὺς ἐφήβους εἰσκρίσεως ἀξιῶ παραδέξασθαι τὸν υἱὸν εἰς τοὺς τὸ ζ ἔτος Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος εἰσκρινομένους ἐφήβους ὄντα ἐν πλαγίῳ …ου καὶ Ἐπιμάχου ἀμφοτέρων Πυθέου τοῦ Πυθέου καὶ Νικοστράτου τοῦ καὶ Κοπρέους καὶ Πτολεμαίου καὶ Ἐπιμάχου τῶν γ Ἐπιμάχου. ἀναγραφόμεθα δὲ ἐν τοῖς ἐκ λιβὸς μέρεσι τοῦ Φρουρίου καὶ ὀμνύω Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα εἶ μὴν ἐφηβευκέναι με τῶι προκειμένῳ ἔτει καὶ εἶναί μου υἱὸν γνήσιον τὸν προκείμενον ἐκ τῆς σημαινομένης μου γυναικὸς οὔσης Ἑρμοπολιτίδος ἐλευθέρας ἐξ ἐλευθέρων γονέων καὶ εἶναί με ἐν τῆι παραδοχῆι τῶν ἀπὸ τοῦ γυμνασίου. εὐορκοῦντι μέν μοι εὖ εἴη ἐφιορκοῦντι δὲ τὰ ἐναντία. ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ἐπαγομένων γ. εἴσκρισις Εὐδαίμονος νεωτέρου Ἑρμαίου